φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας, οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν, εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν, ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι, ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε, δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα, πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω, ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος, τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος