δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν, κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης, οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις, δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι, ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες, νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης, πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας, σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης, ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν, ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι, οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.