ἦ ῥα μέγα φρονέων· τοὺς δʼ ἄγριος εἰσαΐοντας εἷλε χόλος· περὶ δʼ αὖ Πολυδεύκεα τύψεν ὁμοκλη αἶψα δʼ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε· ἴσχεο νῦν, μηδʼ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι, φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις. αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι. ὧς φάτʼ ἀπηλεγέως· ὁ δʼ ἐσέδρακεν ὄμμαθʼ ἑλίξας, ὥστε λέων ὑπʼ ἄκοντι τετυμμένος, ὅν τʼ ἐν ὄρεσσιν ἀνέρες ἀμφιπένονται· ὁ δʼ ἰλλόμενός περ ὁμίλῳ τῶν μὲν ἔτʼ οὐκ ἀλέγει, ἐπὶ δʼ ὄσσεται οἰόθεν οἶον ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδʼ ἐδάμασσεν. ἔνθʼ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι ὤπασε Λημνιάδων· ὁ δʼ ἐρεμνὴν δίπτυχα λώπην αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο. αὐτίκα δʼ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους, οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι. ἀλλʼ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν χωομένη Διὶ τίκτεν· ὁ δʼ οὐρανίῳ ἀτάλαντος ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί. τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας πειράζων, εἴθʼ ὡς πρὶν ἐυτρόχαλοι φορέονται, μηδʼ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν οὐ μὰν αὖτʼ Ἄμυκος πειρήσατο· σῖγα δʼ ἄπωθεν