ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικός, αἰὲν ὑπὲρ νεφέων ἠερμένον· οὐδέ κε φαίης φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸς λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τόγʼ ἔμπης στόρνυται, εἴ κʼ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ. τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο, ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δʼ ἄλλῳ ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματʼ ἀνῆψαν. ἔνθα δʼ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς, ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματʼ ἀνέτλη εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν Λητοΐδης· οὐδʼ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν. τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν, ἐκ δʼ ἕλετʼ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαι εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ θέσφατα πευθόμενοι περιναιέται οἴκαδʼ ἄγειρον. ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι ἅρπυιαι στόματος χειρῶν τʼ ἀπὸ γαμφηλῇσιν συνεχέως ἥρπαζον. ἐλείπετο δʼ ἄλλοτε φορβῆς οὐδʼ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο. καὶ δʼ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλʼ ἀποτηλοῦ ἑστηώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός. αὐτίκα δʼ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου τούσδʼ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς. ὀρθωθεὶς δʼ εὐνῆθεν, ἀκήριον ἠύτʼ ὄνειρον, βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε,