δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δʼ ὑπελείπετʼ ὀπωπή. Ὠρεΐδης δʼ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο, ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δʼ ἐπὶ δέρματι μοῦνον νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός. αὔτως δʼ Ἄρητος μενεδήιον Εὐρύτου υἷα Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας, οὔπω κηρὶ κακῇ πεπρωμένον· ἦ τάχʼ ἔμελλεν αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο. καὶ τότʼ ἄρʼ Λ̓γκαῖος Λυκοόργοιο θρασὺς υἱὸς αἶψα μάλʼ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντο Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτʼ Ἰήσων. ὡς δʼ ὅτʼ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλʼ ἐφόβησαν ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων, μαίονται δʼ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν, πόλλʼ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὔτως στείνονται πίπτοντα περὶ σφίσιν· ὧς ἄρα τοίγε λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν. ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν, αἱ δʼ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν· ὧς οἵγʼ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλʼ ἐκέδασθεν εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες· νήπιοι, οὐδʼ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο πῆμʼ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ