τοῖσιν δʼ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν· ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν —πάντα γὰρ εὖ κατὰ κόσμον—ἐπαρτέα κεῖται ἰοῦσιν. τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται. ἀλλά, φίλοι,—ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω, ξυναὶ δʼ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι— τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο, νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι. ὧς φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα ἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες ἀυτῇ σημαίνειν ἐπέτελλον· ὁ δʼ αὐτόθεν, ἔνθα περ ἧστο, δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε· μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε πείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω. αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο. ἦ ῥα μέγα φρονέων, ἐπὶ δʼ ᾔνεον, ὡς ἐκέλευεν Ἡρακλέης· ἀνὰ δʼ αὐτὸς ἀρήιος ὤρνυτʼ Ἰήσων γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν· εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι, μηκέτʼ ἔπειθʼ, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα. νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν δαῖτʼ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δʼ ἴωσιν δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλεν δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι, τόφρα κε νῆʼ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά. τείως δʼ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο