θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα. ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο, Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων, ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες. Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων, ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο, ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη γυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ. οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο, μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ. οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο. οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων, τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν Αἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια· τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης. ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων. Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων