ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας· Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει; αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ. ἀλλʼ οὐ φυκτὰ κέλευθα, πόνος δʼ ἄπρηκτος ἰοῦσιν. ὧς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκες πολλὰ μάλʼ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον, εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι. ἄλλη δʼ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα· δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀφέ περ ἔμπης ἤλυθεν, οὐδʼ ἐτέλεσσας ἐπʼ ἀγλαΐῃ βιότοιο. Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἦ τέ οἱ ἦεν βέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀέθλων. ὡς ὄφελεν καὶ Φρίξον, ὅτʼ ὤλετο παρθένος Ἕλλη, κῦμα μέλαν κριῷ ἅμʼ ἐπικλύσαι· ἀλλὰ καὶ αὐδὴν ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας Ἀλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη. αἱ μὲν ἄρʼ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων. ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τʼ ἀγέροντο· μήτηρ δʼ ἀμφʼ αὐτὸν βεβολημένη. ὀξὺ δʼ ἑκάστην δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας θαρσύνων, δμώεσσι δʼ ἀρήια τεύχεʼ ἀείρειν πέφραδεν· οἱ δέ τε σῖγα κατηφέες ἠείροντο. μήτηρ δʼ ὡς τὰ πρῶτʼ ἐπεχεύατο πήχεε παιδί, ὧς ἔχετο κλαίουσʼ ἀδινώτερον, ἠύτε κούρη οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα