Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο, οὕς ποτʼ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια ἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθʼ ἄρα τήνγε Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν. καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο, λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας. τὼ μὲν ἐπʼ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι, χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι. οὐδὲ μὲν οὐδʼ αὐτοῖο πάις μενέαινεν Ἄκαστος ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης· ἀλλʼ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ. τόσσοι ἄρʼ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο. τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφʼ αἵματος εὐχετόωντο ἔμμεναι· ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ Ἀλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα. αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντʼ ἐτέτυκτο, ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες, εὖτʼ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι, δὴ τότʼ ἴσαν μετὰ νῆα διʼ ἄστεος, ἔνθα περ ἀκταὶ κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν πληθὺς σπερχομένων ἄμυδις θέεν· οἱ δὲ φαεινοὶ ἀστέρες ὣς νεφέεσσι μετέπρεπον· ὧδε δʼ ἕκαστος