τοῖο δὲ ῥύσιʼ ὄπασσαν ἀποκρίναντες ἀρίστους υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο, μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο. τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί, κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται Τρηχῖνος. δὴ γάρ ῥα κατʼ αὐτόθι νάσσατο παῖδας, οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι. Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ λάβρος ἐπιπνείων· ἀτὰρ οὐδʼ ἐπὶ τυτθὸν ἄητο ἠοῦς τελλομένης, οἱ δὲ χθονὸς εἰσανέχουσαν ἀκτὴν ἐκ κόλποιο μάλʼ εὐρεῖαν ἐσιδέσθαι φρασσαμενοι, κώπῃσιν ἅμʼ ἠελίῳ ἐπέκελσαν ἔνθα δʼ ἔσαν σταθμοί τε βοῶν αὖλίς τʼ Ἀμύκοιο, Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν· ὅς τʼ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν, μήτινʼ ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάιξεν. καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι ναυτιλίης, οἵ τʼ εἶεν, ὑπερβασίῃσιν ἄτισσεν, τοῖον δʼ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον· Κέκλυθʼ, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἔοικεν. οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ, πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι. τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι. εἰ δʼ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας, ἦ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετʼ ἀνάγκη.