Ἡρακλῆα λιπεῖν· σέο δʼ ἔκτοθι μῆτις ὄρωρεν, ὄφρα τὸ κείνου κῦδος ἀνʼ Ἑλλάδα μή σε καλύψῃ, αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον. ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων εἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο. ἦ, καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε· τὼ δέ οἱ ὄσσε ὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο. καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο λαῖτμα βιησάμενοι ἀνέμου τʼ ἄλληκτον ἰωήν, εἰ μὴ Θρηικίοιο δύω υἷες Βορέαο Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν, σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετʼ ὀπίσσω χερσὶν ὑφʼ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον. ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν ἀμφʼ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν, ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν, κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο. καὶ τὰ μὲν ὧς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι. τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη, Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης· ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθεʼ ἀείρας νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν· τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα; Ἄργεΐ οἱ μοῖρʼ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους, ναίειν δʼ ἀθανάτοισι συνέστιον, εἴ κʼ ἔτι παύρους ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω.