παπταίνων· χεῖρες γὰρ ἀήθεον ἠρεμέουσαι. ἦμος δʼ ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεὺς ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων, αὐτοῦ δʼ ἐν προμολῇ τετρυμένα γούνατʼ ἔκαμψεν αὐσταλέος κονίῃσι, περιτριβέας δέ τε χεῖρας εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί· τῆμος ἄρʼ οἵγʼ ἀφίκοντο Κιανίδος ἤθεα γαίης ἀμφʼ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο. τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας δειδέχατʼ, ἐνναέται κείνης χθονός, ἤιά τέ σφιν μῆλά τε δευομένοις μέθυ τʼ ἄσπετον ἐγγυάλιξαν. ἔνθα δʼ ἔπειθʼ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες, στόρνυσθαι· τοὶ δʼ ἀμφὶ πυρήια δινεύεσκον· οἱ δʼ οἶνον κρητῆρσι κέρων, πονέοντο τε δαῖτα, Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι. αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας βῆ ῥʼ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸν οἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι. εὗρεν ἔπειτʼ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς ἀχθομένην ὄζοις, οὐδὲ μέγα τηλεθόωσαν, ἀλλʼ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο· τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι. ῥίμφα δʼ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην αὐτοῖσιν τόξοισιν, ἔδυ δʼ ἀπὸ δέρμα λέοντος. τὴν δʼ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας νειόθεν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν, ἠνορέῃ πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισεν εὖ διαβάς· πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης.