ἀνταίη δαίμων· τὰ δʼ ἐοικότα σήματʼ ἔγεντο. δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶν αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης. θῆρες δʼ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες οὐρῇσιν σαίνοντες ἐπήλυθον. ἡ δὲ καὶ ἄλλο θῆκε τέρας· ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶεν Δίνδυμον· ἀλλά σφιν τότʼ ἀνέβραχε διψάδος αὔτως ἐκ κορυφῆς ἄλληκτον· Ἰησονίην δʼ ἐνέπουσιν κεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες ὀπίσσω. καὶ τότε μὲν δαῖτʼ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων, μέλποντες Ῥείην πολυπότνιαν· αὐτὰρ ἐς ἠὼ ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν. ἔνθʼ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν, ὅστις ἀπολλήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρ νήνεμος ἐστόρεσεν δίνας, κατὰ δʼ εὔνασε πόντον. οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸ νῆα βίῃ· τὴν δʼ οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι. ἔμπης δʼ ἐγρομένοιο σάλου ζαχρηεσιν αὔραις, αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται, τειρόμενοι καὶ δὴ μετελώφεον· αὐτὰρ ὁ τούσγε πασσυδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν Ἡρακλέης, ἐτίνασσε δʼ ἀρηρότα δούρατα νηός. ἀλλʼ ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο Ῥυνδακίδας προχοὰς μέγα τʼ ἠρίον Αἰγαίωνος τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες, δὴ τότʼ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς μεσσόθεν ἆξεν ἐρετμόν. ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος κλύζε παλιρροθίοισι φέρων. ἀνὰ δʼ ἕζετο σιγῇ