βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες. τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετʼ ἰδέσθαι· φαίνετο δʼ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι Μυσίαι· ἐκ δʼ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης. ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ, πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο δαίμονος οὐρείης ἱερὸν βρέτας· ἔξεσε δʼ Ἄργος εὐκόσμως, καὶ δή μιν ἐπʼ ὀκριόεντι κολωνῷ ἵδρυσαν φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν, αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωνται. βωμὸν δʼ αὖ χέραδος παρενήνεον· ἀμφὶ δὲ φύλλοις στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες, ἐνναέτιν Φρυγίης, Τιτίην θʼ ἅμα Κύλληνόν τε, οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσιν δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν. πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας Λἰσονίδης γουνάζετʼ ἐπιλλείβων ἱεροῖσιν αἰθομένοις· ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇ σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο, καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴ δύσφημος πλάζοιτο διʼ ἠέρος, ἣν ἔτι λαοὶ κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶ ῥόμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται. ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς