ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δʼ ἀυτῆς πλῆτο πόλις στονόεντος ὑποτροπίῃ πολέμοιο. ἠῶθεν δʼ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν ἀμπλακίην ἄμφω· στυγερὸν δʼ ἄχος εἷλεν ἰδόντας ἥρωας Μινύας Αἰνήιον υἷα πάροιθεν Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα. ἤματα δὲ τρία πάντα γόων, τίλλοντό τε χαίτας αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες τύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τʼ ἀέθλων, ἣ θέμις, ἂμ πεδίον λειμώνιον, ἔνθʼ ἔτι νῦν περ ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι. οὐδὲ μὲν οὐδʼ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο οὗ πόσιος μετόπισθε· κακῷ δʼ ἐπὶ κύντερον ἄλλο ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶ νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο· καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε, πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσιν Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης. αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν ἀνδράσι τʼ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν ἔτλη τις πάσσασθαι ἐδητύος, οὐδʼ ἐπὶ δηρὸν ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο· ἀλλʼ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες. ἔνθʼ ἔτι νῦν, εὖτʼ ἄν σφιν ἐτήσια χύτλα χέωνται Κύζικον ἐνναίοντες Ἰάονες, ἔμπεδον αἰεὶ πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν. ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι ἤμαθʼ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθι ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δʼ ἐνὶ νυκτὶ