ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ. τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω μοῖρα μένει στυγερή, τοῦδʼ ἀνέρος, ὅντινʼ ἴδοιτο δημόθεν οἰοπέδιλον, ὑπʼ ἐννεσίῃσι δαμῆναι. δηρὸν δʼ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου ἄλλο μὲν ἐξεσάωσεν ὑπʼ ἰλύος, ἄλλο δʼ ἔνερθεν κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. ἵκετο δʼ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν. αἶψα δὲ τόνγʼ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρʼ ἐνὶ πόντῳ ἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ. νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν. νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξαν πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς. πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα. φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς, ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ