Τὴν τῶν ὀστῶν φύσιν ἄρα σκεπτέον ἢ πρὸς κίνησιν ἢ πρὸς ἔρεισμα, καὶ πρὸς τὸ στέγειν καὶ περιέχειν, ἔτι δ’ εἰ ὥσπερ ἀρχαὶ ἔνια, καθάπερ ὁ πόλος. Λέγω δὲ πρὸς μὲν κίνησιν, οἷον ποδὸς ἢ χειρὸς ἢ σκέλους ἢ ἀγκῶνος, ὁμοίως τήν τε καμπτικὴν καὶ τὴν κατὰ τόπον· οὐδὲ γὰρ τὴν τοπικὴν οἷόν τε ἄνευ κάμψεως. Σχεδὸν δὲ καὶ τὰ ἐρείσματα ἐν τούτοις. Τὴν δὲ τοῦ στέγειν καὶ περιέχειν, οἷον τὰ ἐν τῇ κεφαλῇ τὸν ἐγκέφαλον, καὶ ὅσοι δὴ τὸν μυελὸν ἄρχειν. Αἱ δὲ πλευραὶ τοῦ συγκλείειν. Ἀρχὴ δὲ καὶ μένον ἡ ῥάχις, ἀφ’ ἧς καὶ αἱ πλευραὶ πρὸς τὴν σύγκλεισιν. Ἀνάγκη γὰρ εἶναί τι τοιοῦτον· ἅπαν γὰρ τὸ κινούμενον ἐξ ἠρεμοῦντος. Ἄμα δὲ καὶ δεῖ γε εἶναι τὸ οὖ ἕνεκα. Ἐν ᾧ δὴ καὶ τὴν ἀρχὴν ἔνιοι, τόν τε ῥαχίτην καὶ τὸν ἐγκέφαλον. Ἔτι δὲ παρὰ ταῦτ’ ἐπὶ συναφῆς καὶ συγκλείσεως χάριν, οἷον ἡ κλείς· ὅθεν ἴσως καὶ τοὔνομα. Πρὸς δὲ τὴν χρείαν ἕκαστον καλῶς. Οὔτε γὰρ ἡ κάμψις, οὔτε τοῦ ὅλου οὔτε τῶν μερῶν, εἰ μὴ τοιαῦτα, οἷον ῥάχις, πούς, ἀγκών. Εἴσω γὰρ δεῖ τὴν κάμψιν πρὸς τὴν χρείαν. Ὁμοίως δὲ καὶ τὴν τοῦ ποδὸς καὶ τῶν ἄλλων τοιαύτην. Ἄπαντα δὲ ἕνεκά του, καὶ τὰ ἐν τούτοις ὀστᾶ, οἷον ἡ ἐν τῷ ἀγκῶνι κερκὶς ἕνεκα τῆς στροφῆς τοῦ ἀγκῶνος καὶ τῆς χειρός. Οὐ γὰρ ἐδυνάμεθα πρηνῆ καὶ ὑπτίαν κινεῖν ἄνευ ταύτης, οὐδὲ τοὺς πόδας ἐπαίρειν καὶ κάμπτειν, εἰ μὴ δύο αἱ ἐν τῇ κινήσει κερκίδες. Ὡσαύτως δὲ καὶ τὰ ἄλλα σκεπτέον, οἷον ἡ τοῦ τραχήλου κίνησις, εἰ ἓν τὸ ὀστοῦν. Δεῖ δὲ καὶ ὅσα πρὸς κατάληψιν ἢ σύνδεσμον, οἷον ἡ μύλη ἡ ἐπὶ τῷ γόνατι. Ἀλλὰ καὶ διὰ τί τοῖς ἄλλοις οὔ. Ὅσα μὲν οὖν κινητικά, πάντα μὲν μετὰ νεύρων, ἴσως δ’ ὅσα πρακτικῶς μάλιστα, οἷον τὰ περὶ ἀγκῶνα καὶ σκέλη καὶ χεῖρας καὶ πόδας. Τὰ δ’ ἄλλα συνδέσμου χάριν, ὅσα δεῖται. Ἐνίοις γὰρ ἴσως οὐδὲν ἢ ἐπ’ ὀλίγον, οἷον ἡ ῥάχις· ἀλλ’ ἡ κάμψις. Καὶ γὰρ ἡ πρὸς ἄλληλα κόλλησις ἰχώρ ἐστι καὶ ὑγρότης μυξώδης. Τὰ δὲ καὶ συνδεῖται νεύροις, οἷον τὰ περὶ τὰ ἄρθρα.