3. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Βορυσθένους ποταμοῦ τοῦ καὶ Δανάπρεως καλουμένου στάδια πεντακισχίλια ἑξακόσια, μίλια ἑπτακόσια τεσσαρακονταὲξ ἥμισυ. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Πορθμίας πόλεως, τῆς ἐν τέλει τῆς Εὐρώπης τῶν τοῦ Πόντου μερῶν τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης ἤτοι Βοσπόρου τοῦ Κιμμερίου καλουμένου, στάδια μύρια χίλια ἑκατόν, μίλια χίλια τετρακόσια ὀγδοήκοντα. Λέγεται δὲ τῆς Εὐρώπης τῆς Ποντικῆς ὁ περίπλους ἴσος εἶναι τῶ περίπλῳ τῶν τῆς Ἀσίας μερῶν.