<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="21" type="textpart" subtype="book"><q type="unspecified"><l n="238">ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε</l><l n="239">προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.</l><l n="240">σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς</l><l n="241">κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.</l></q><l n="242"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·</l><l n="243">ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·</l><l n="244">ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.</l><l n="245"><milestone unit="para" ed="P"/>Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,</l><l n="246">θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς</l><l n="247">ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="248">ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="249"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ
                     πάντων·</l><l n="250">οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·</l><l n="251">εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ</l><l n="252">ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·</l><l n="253">ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν</l><l n="254">ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι</l><l n="255">τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.</l></q><milestone n="256" unit="card" ed="p"/><l n="256"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="257">Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.</l><l n="258">νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο</l><l n="259">ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι</l><l n="260">κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας</l><l n="261">ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,</l><l n="262">ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="263">ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,</l><l n="264">ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·</l><l n="265">ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,</l><l n="266">αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,</l><l n="267">ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ</l><l n="268">τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="269"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="270">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="271">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="272">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="273">οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="274">τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="275"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·</l><l n="276">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·</l><l n="277">Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα</l><l n="278">λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,</l><l n="279">νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·</l><l n="280">ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.</l><l n="281">ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν</l><l n="282">χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν</l><l n="283">ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,</l><l n="284">ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.</l></q><l n="285"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν,</l><l n="286">δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.</l><l n="287">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·</l><l n="289">οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν</l><l n="290">δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις</l><l n="291">μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος</l><l n="292">ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.</l><l n="293">οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους</l><l n="294">βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.</l><l n="295">οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,</l><l n="296">ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,</l><l n="297">ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,</l><l n="298">μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·</l><l n="299">ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε</l><l n="300">ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ</l><l n="301">ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς</l><l n="302">ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.</l><l n="303">ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,</l><l n="304">οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.</l><l n="305">ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον</l><l n="306">ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις</l><l n="307">ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ</l></q></div></div></body></text></TEI>